Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.192 Joseph. AJ 4.196 (English) >>Joseph. AJ 4.200

4.194

Ταῦτα εἰπὼν δίδωσιν αὐτοῖς ἐν βιβλίῳ τοὺς νόμους καὶ τὴν διάταξιν τῆς πολιτείας ἀναγεγραμμένην. οἱ δὲ ἐδάκρυόν τε καὶ πολλὴν ἐπιζήτησιν ἐποιοῦντο τοῦ στρατηγοῦ μεμνημένοι τε ὧν κινδυνεύσειε καὶ προθυμηθείη τῆς περὶ αὐτῶν σωτηρίας καὶ δυσελπιστοῦντες περὶ τῶν μελλόντων ὡς οὐκ ἐσομένης ἄλλης ἀρχῆς τοιαύτης, ἧττόν τε τοῦ θεοῦ προνοησομένου διὰ τὸ Μωυσῆν εἶναι τὸν παρακαλοῦντα. 4.195ὧν τε ἐπὶ τῆς ἐρήμου μετʼ ὀργῆς ὁμιλήσειαν αὐτῷ μετανοοῦντες ἤλγουν, ὡς ἅπαντα τὸν λαὸν εἰς δάκρυα προπεσόντα κρεῖττον καὶ τῆς ἐκ λόγου παρηγορίας τὸ ἐπʼ αὐτῷ ποιῆσαι πάθος. Μωυσῆς δʼ αὐτοὺς παρηγόρει, καὶ τοῦ δακρύων αὐτὸν ἄξιον ὑπολαμβάνειν ἀπάγων αὐτοὺς χρῆσθαι τῇ πολιτείᾳ παρεκάλει. καὶ τότε μὲν οὕτω διελύθησαν. 4.196

Βούλομαι δὲ τὴν πολιτείαν πρότερον εἰπὼν τῷ τε Μωυσέος ἀξιώματι τῆς ἀρετῆς ἀναλογοῦσαν καὶ μαθεῖν παρέξων διʼ αὐτῆς τοῖς ἐντευξομένοις. οἷα τὰ καθʼ ἡμᾶς ἀρχῆθεν ἦν, ἐπὶ τὴν τῶν ἄλλων τραπέσθαι διήγησιν. γέγραπται δὲ πάνθʼ ὡς ἐκεῖνος κατέλιπεν οὐδὲν ἡμῶν ἐπὶ καλλωπισμῷ προσθέντων οὐδʼ ὅτι μὴ κατελέλοιπε Μωυσῆς. 4.197νενεωτέρισται δʼ ἡμῖν τὸ κατὰ γένος ἕκαστα τάξαι· σποράδην γὰρ ὑπʼ ἐκείνου κατελείφθη γραφέντα καὶ ὡς ἕκαστόν τι παρὰ τοῦ θεοῦ πύθοιτο. τούτου χάριν ἀναγκαῖον ἡγησάμην προδιαστείλασθαι, μὴ καί τις ἡμῖν παρὰ τῶν ὁμοφύλων ἐντυχόντων τῇ γραφῇ μέμψις ὡς διημαρτηκόσι γένηται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.192 Joseph. AJ 4.196 (English) >>Joseph. AJ 4.200

Powered by PhiloLogic